Add parallel Print Page Options

10 Καὶ ἐκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας [a]καὶ πέραν τοῦ Ἰορδάνου, καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν, καὶ ὡς εἰώθει πάλιν ἐδίδασκεν αὐτούς.

[b]Καὶ [c]ἐπηρώτων αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Τί ὑμῖν ἐνετείλατο Μωϋσῆς; οἱ δὲ εἶπαν· [d]Ἐπέτρεψεν Μωϋσῆς βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι. [e]ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην· ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν [f]αὐτούς· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα [g]καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ μία σάρξ· ὃ οὖν ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω.

10 Καὶ [h]εἰς τὴν οἰκίαν πάλιν οἱ μαθηταὶ [i]περὶ τούτου [j]ἐπηρώτων αὐτόν. 11 καὶ λέγει αὐτοῖς· Ὃς [k]ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ἐπ’ αὐτήν,

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:1 καὶ WH Treg NIV ] διὰ τοῦ RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:2 Καὶ Holmes WHmarg ] + προσελθόντες Φαρισαῖοι WH Treg NIV RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:2 ἐπηρώτων WH Treg NIV ] ἐπηρώτησαν RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:4 Ἐπέτρεψεν Μωϋσῆς WH Treg NIV ] Μωϋσῆς ἐπέτρεψεν RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:5 ὁ δὲ WH Treg NIV ] Καὶ ἀποκριθεὶς ὁ RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:6 αὐτούς WH Treg NIV ] + ὁ θεός RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:7 καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ Treg NIV RP ] – WH
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:10 εἰς τὴν οἰκίαν WH Treg NIV ] ἐν τῇ οἰκίᾳ RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:10 περὶ τούτου WH Treg NIV ] αὐτοῦ περὶ τοῦ αὐτοῦ RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:10 ἐπηρώτων WH NIV ] ἐπηρώτησαν Treg RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:11 ἂν WH Treg NIV ] ἐὰν RP